Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.1 Joseph. BJ 4.8 (English) >>Joseph. BJ 4.13

4.5τραχὺς γὰρ αὐχὴν ἀφʼ ὑψηλοῦ κατατείνων ὄρους μέσον ἐπαίρει τένοντα, μηκύνεται δὲ ἐκ τῆς ὑπεροχῆς εἰς τοὔμπροσθεν ἐκκλίνων ὅσον κατόπιν, ὡς εἰκάζεσθαι καμήλῳ τὸ σχῆμα, παρʼ ἣν ὠνόμασται τὸ τρανὸν τῆς κλήσεως οὐκ ἐξακριβούντων τῶν ἐπιχωρίων. 4.6κατὰ πλευρὰ μὲν δὴ καὶ πρόσωπον εἰς φάραγγας ἀβάτους περισχίζεται, τὸ κατʼ οὐρὰν δὲ ὀλίγον ἀναφεύγει τῆς δυσχωρίας, ὅθεν ἀπήρτηται τοῦ ὄρους· καὶ τοῦτο δʼ ἐπικαρσίᾳ παρακόψαντες τάφρῳ δύσβατον οἱ ἐπιχώριοι κατεσκεύασαν. 4.7πρὸς ὀρθίῳ δὲ τῇ λαγόνι δεδομημέναι πεπύκνωντο δεινῶς ἐπʼ ἀλλήλαις αἱ οἰκίαι, κρημνιζομένῃ τε πόλις ἐοικυῖα κατέτρεχεν εἰς ἑαυτὴν ἀπὸ τῆς ὀξύτητος. 4.8καὶ πρὸς μεσημβρίαν μὲν ἔκλινεν, νότιος δʼ αὐτῆς ὄχθος εἰς ἄπειρον ὕψος ἀνατείνων ἄκρα τῆς πόλεως ἦν, ἀτείχιστος δὲ ὑπὲρ αὐτὴν κρημνὸς εἰς τὴν βαθυτάτην κατατείνων φάραγγα· πηγὴ δʼ ἐντὸς τοῦ τείχους, ἐφʼ ἣν τὸ ἄστυ κατέληγεν. 4.9

Οὕτως οὖσαν φύσει δυσμήχανον τὴν πόλιν τειχίζων Ἰώσηπος ἐποίησεν ὀχυρωτέραν ὑπονόμοις τε καὶ διώρυξιν. 4.10οἱ δʼ ἐν αὐτῇ φύσει μὲν τοῦ χωρίου θαρραλεώτεροι τῶν κατὰ τὴν Ἰωταπάτην ἦσαν, πολὺ δʼ ἐλάττους μάχιμοι, καὶ τῷ τόπῳ πεποιθότες οὐδὲ πλείονας ὑπελάμβανον πεπλήρωτο γὰρ πόλις διὰ τὴν ὀχυρότητα συμφυγόντων· παρὸ καὶ τοῖς ὑπʼ Ἀγρίππα προπεμφθεῖσιν ἐπὶ τὴν πολιορκίαν ἀντεῖχεν ἐπὶ μῆνας ἑπτά.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.1 Joseph. BJ 4.8 (English) >>Joseph. BJ 4.13

Powered by PhiloLogic